Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- σπέρματα· μεστωθὲν δὲ χάδοι βάθος ὀξυβάφοιο.
- Ἔνθα καὶ ἱππείου προταμὼν σπερμεῖα σελίνου,
- δραχμάων δὲ δύω σμύρνης ἐχεπευκέος ἄχθη,
- ἐν δὲ θερειγενέος καρπὸν κεράσαιο κυμίνου
- στήσας ἠὲ χύδην τε καὶ ἄστατον ἀμφικυκήσας·
- πῖνε δὲ μιξάμενος κυάθῳ τρὶς ἀφύξιμον οἴνην.
- Νάρδου δ’ εὐστάχυος δραχμήιον ἄχθος ἑλέσθαι,
- σὺν δὲ καὶ ὀκταπόδην ποταμοῦ ἀποσυληθέντα
- καρκίνον ἐνθρύψαιο νεοβδάλτοιο γάλακτος,
- ἶριν θ’, ἥν ἔθρεψε Δρίλων καὶ Νάρονος ὄχθαι,
- Σιδονίου Κάδμοιο θεμείλιον Ἁρμονίης τε·
- ἔνθα δύω δασπλῆτε νομὸν στείβουσι δράκοντες.
- Λάζεο δ’ ἀνθεμόεσσαν ἄφαρ τανύφυλλον ἐρείκην,
- ἥν τε μελισσαῖος περιβόσκεται οὐλαμὸς ἕρπων·
- καὶ μυρίκης λάζοιο νέον πανακαρπέα θάμνον,
- μάντιν ἐν αἰζηοῖσι γεράσμιον· ᾗ ἐν Ἀπόλλων
- μαντοσύνας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν·
- μὶξ δὲ κονυζῆεν φυτὸν ἔγχλοον, ἠδὲ καὶ ἀκτῆς
- καυλοὺς ἠνεμόεντας, ἰδὲ πτίλα πολλὰ καὶ ἄνθη