Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἄλλοι δ’ ἐγκατόεντα κεκρύφαλον· ὧν ἀπερύσσας
  2. δραχμάων ὅσσον τε δύω καταβάλλεο μοίρας
  3. τέτρασιν ἐν κυάθοις μέθυος πολιοῦ ἐπιμίξας.
  4. Μηδέ σέ γε χραίσμη πολίου λάθοι ἠὲ κέδροιο,
  5. ἄρκευθος, σφαῖραί τε θερειλεχέος πλατάνοιο,
  6. σπέρματα βουπλεύρου τε καὶ Ἰδαίης κυπαρίσσου,
  7. * * * * * * * * * * * * * *
  8. ἠὲ καὶ ἐξ ἐλάφοιο ταμὼν πηρῖνα θοραίην·
  9. πάντα γὰρ ἀλθήσει καὶ ἀθέσφατον ἐκ μόγον ὤσει.
  10. Τὴν δὲ μετ’ ἐξετέρην θανάτου φύξιν τε καὶ ἀλκὴν
  11. φράζεο κουλυβάτειαν ἑλών· τροχαλῷ δ’ ἐνὶ λίγδῳ
  12. σώχειν, ἐν δέ τέ οἱ κοτύλην πτισάνοιο χέασθαι,
  13. ἐν δὲ δύω κυάθεια παλαισταγέος οἴνοιο.
  14. ἐν δὲ καὶ ἀργέσταο λίπευς ἰσόμοιρον ἐλαίου·
  15. φύρσας δὲ πληγῇσι χολοιβόρον ἰὸν ἐρύξεις.
  16. Ἄγρει δ’ ἑξάμορον κοτύλης εὐώδεα πίσσαν,
  17. καὶ χλοεροῦ νάρθηκος ἀπὸ μέσον ἦτρον ὀλόψας,
  18. ἠὲ καὶ ἱππείου μαράθου πολυαυξέα ῥίζαν
  19. κεδρίσιν ἐντρίψας, ἐλεοθρέπτου τε σελίνου