Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἐν δὲ τίθει τάμισον σκίνακος νεαροῖο λαγωοῦ
- ἢ προκὸς ἠὲ νεβροῖο πάροιθ’ ἀπὸ λύματα κόψας,
- ἢ ἐλάφου νηδὺν, τὸ μὲν ἂρ καλέουσιν ἐχῖνον,
- ἄλλοι δ’ ἐγκατόεντα κεκρύφαλον· ὧν ἀπερύσσας
- δραχμάων ὅσσον τε δύω καταβάλλεο μοίρας
- τέτρασιν ἐν κυάθοις μέθυος πολιοῦ ἐπιμίξας.
- Μηδέ σέ γε χραίσμη πολίου λάθοι ἠὲ κέδροιο,
- ἄρκευθος, σφαῖραί τε θερειλεχέος πλατάνοιο,
- σπέρματα βουπλεύρου τε καὶ Ἰδαίης κυπαρίσσου,