Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ὅς τε καὶ ἐκ ποταμοῖο λιπὼν ζάλον ἰλυόεντα,
- χιλοὶ ὅτε χλοάουσι, νέον δ’ ἀπεχεύατο ποίη,
- τόσσον ἐπιστείβων λείπει βυθόν, ὁσσάτιόν περ
- ἐκνέμεται γενύεσσι παλίσσυτον ὄγμον ἐλαύνων.
- Τοῦ μὲν ἀποπροταμὼν δραχμῆς βάρος ἰσοφαρίζειν,
- ὕδατι δ’ ἐμπίσαιο, κύτει ἐναολλέα κόψας.
- Μηδὲ σύ γ’ ἀβροτόνου ἐπιλήθεο, μηδέ τι δάφνης
- καρπὸν ἀραιοτέρης· μάλα δ’ ἂν καὶ ἀμάρακος εἴη
- χραισμήεις πρασιῇ τε καὶ ἀνδήροισι χλοάζων·