Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- τῆς καὶ ἀκανθοβόλος μὲν ἀεὶ περιτέτροφε χαίτη,
- λείρια δ’ ὡς ἴα τοῖα περιτρέφει· ἡ δὲ βαθεῖα
- καὶ ῥαδινὴ ὑπένερθεν ἀέξεται οὔδεϊ ῥίζα.
- Τὸν μὲν ἔχις βουβῶνος ὑπὲρ νεάτοιο χαράξας
- ἄντλῳ ἐνυπνώοντα χυτῆς παρὰ τέλσον ἅλωος
- εἶθαρ ἀνέπνευσεν καμάτου βίῃ · αὐτὰρ ὃ γαίης
- ῥίζαν ἐρυσσάμενος τὸ μὲν ἕρκεϊ θρύψεν ὀδόντων
- θηλάζων, τὸ δὲ πέσκος ἑῷ περὶ κάββαλεν ἕλκει.
- Ἦ μὴν καὶ πρασίοιο χλοανθέος ἔρνος ὀλόψας
- χραισμήσεις ὀφίεσσι πιὼν ἀργῆτι μετ’ οἴνῳ,
- ἥ τε καὶ ἀστόργοιο κατείρυσεν οὔθατα μόσχου
- πρωτογόνου, στέργει δὲ περισφαραγεῦσα γάλακτι·
- τὴν ἤτοι μελίφυλλον ἐπικλείουσι βοτῆρες,
- οἱ δὲ μελίκταιναν· τῆς γὰρ περὶ φύλλα μέλισσαι
- ὀδμῇ θελγόμεναι μέλιτος ῥοιζηδὸν ἴενται.
- Ἠὲ σύ γ’ ἐγκεφάλοιο περὶ σμήνιγγας ἀραιὰς
- ὄρνιθος λέψαιο κατοικάδος· ἄλλοτ’ ὀμόρξαις
- ψηχρὰ πολύκνημον καὶ ὀρίγανον, ἢ ἀπὸ κάπρου
- ἥπατος ἀκρότατον κέρσαι λοβὸν, ὅς τε τραπέζης