Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- χαίτην μὲν λωτῷ, ῥυτῇ γε μὲν εἴκελον ὀδμήν.
- Ἤτοι ὅτ’ ἄνθεα πάντα καὶ ἐκ πτίλα ποικίλα χεύῃ,
- οἷόν τ’ ἀσφάλτου ἀπερεύγεται· ἔνθα κολούσας
- σπέρμαθ’ ὅσον κύμβοιο τραπεζήεντος ἑλέσθαι
- καρδόπῳ ἐντρίψας, πιέειν δ’ ὀφίεσσιν ἀρωγήν.
- Νῦν δ’ ἄγε τοι ἐπίμικτα νόσων ἀλκτήρια λέξω.
- Θρινακίην μὲν ῥίζαν ἕλευ γυιαλθέα θάψου
- σμώξας, ἐν δὲ σπέρμα χυτὸν λευκανθέος ἄγνου,
- νῆριν, πηγάνιόν τε περιβρυὲς, ἐν δέ τε θύμβρης
- δρεψάμενος βλαστὸν χαμαιευνάδος, ἥ τε καθ’ ὕλην
- οἵας θ’ ἑρπύλλοιο περὶ ῥάδικας ἀέξει.
- Ἄγρει δ’ ἀσφοδέλοιο διανθέος ἄλλοτε ῥίζαν,
- ἄλλοτε καὶ καυλεῖον ὑπέρτερον ἀνθερίκοιο.
- πολλάκι δ’ ἐν καὶ σπέρμα, τό τε λοβὺς ἀμφὶς ἀέξει·
- ἠὲ καὶ ἑλξίνην, τήν τε κλύβατιν καλέουσιν,
- ὕδασι τερπομένην καὶ ἀεὶ θάλλουσαν ἰάμνοις·
- πῖνε δ’ ἐνιτρίψας κοτυλήρυτον ὄξος ἀφύσσων
- ἢ οἴνης· ῥέα δ’ αὖτε καὶ ὕδατι κῆρας ἀλύξεις.
- Ἑσθλὴν δ’ Ἀλκιβίου ἔχιος περιφράζεο ῥίζαν,