Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. γαστὴρ δ’ ὑδατόεσσα διέσσυτο, νυκτὶ δὲ πρώτῃ
  2. αἷμα διὲκ ῥινῶν τε καὶ αὐχένος ἠδὲ δι’ ὤτων
  3. πιδύεται, χολόεντι νέον πεφορυγμένον ἰῷ·
  4. οὖρα δὲ φοινίσσοντα παρέδραμεν· αἱ δ’ ἐπὶ γυίοις
  5. ὠτειλαὶ ῥήγνυνται, ἐπειγόμεναι χροὸς ἄτῃ.