Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- μέσσου ὅγ’ ἐκ νώτου βαιὸν πλόον αἰὲν ὀκέλλει,
- γαίῃ ἐπιθλίβων νηδὺν, φολίσιν δὲ καὶ οἴμῳ
- παῦρον ὑποψοφέων καλάμης χύσιν οἷα διέρπει.
- Νύχματι δ’ ἀρχομένῳ μὲν ἐπιτρέχει ἄχροον οἶδος
- κυάνεον· κραδίῃ δὲ κακὸν περιτέτροφεν ἄλγος·