Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἄλλοτε μὲν πισύρεσσιν, ὅτ’ ἐν δοιοῖσι κεράστης,
- χροιῇ δ’ ἐν ψαφαρῇ λεπρύνεται, ἐν δ’ ἀμάθοισιν
- ἢ καὶ ἀματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει.
- Τῶν ἤτοι σπείρῃσιν ὃ μὲν θοὸς ἀντία θύνει
- ἀτραπὸν ἰθεῖαν δολιχῷ μηρύγματι γαστρός·
- αὐτὰρ ὅγε σκαιὸς μεσάτῳ ἐπαλίνδεται ὁλκῷ,
- οἶμον ὁδοιπλανέων σκολιὴν τετρηχότι νώτῳ,
- τράμπιδος ὁλκαίης ἀκάτῳ ἴσος, ἥ τε δι’ ἅλμης
- πλευρὸν ὅλον βάπτουσα κακοσταθέοντος ἀήτεω
- εἰς ἄνεμον βεβίηται ἀπόκρουστος λιβὸς οὔρῳ.
- Τοῦ μὲν, ὅτ’ ἐμβρύξῃσιν, ἀεικέλιον περὶ νύχμα,
- ἥλῳ ἐειδόμενον τυλόεν πέλει· αἱ δὲ πελιδναὶ
- φλύκταιναι πέμφιξιν ἐειδόμεναι ὑετοῖο
- δάχμα πέρι πλάζονται, ἀμυδρήεσσαι ἐς ὠπήν.
- Ἤτοι ἀφαυρότερον τελέει πόνον, ἐννέα δ’ αὐγὰς
- ἠελίου μογέων ἐπιόσσεται, οἷσι κεράστης
- οὐλόμενος κακοεργὸν ἐνιχραύσῃ κυνόδοντα.
- Διπλῷ δ’ ἐν βουβῶνι καὶ ἰγνύσιν ἀσκελὲς αὔτως
- μόχθος ἐνιτρέφεται, πελιὸς δέ οἱ ἐμφέρεται χρώς·
- τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἄψεα θυμὸς