Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- οἷα πυρικμήτοιο χροὸς πλαδόωσιν ὕπερθεν.
- Σηπεδόνες δέ οἱ ἀμφὶς ἐπίδρομοι, αἱ μὲν ἄτερθεν,
- αἱ δὲ κατὰ πληγὴν ἰοειδέα λοιγὸν ἔασι.
- Πᾶν δ’ ἐπί οἱ δριμεῖα δέμας καταβόσκεται ἄτη
- ὀξέα πυρπολέουσα· κατ’ ἀσφάραγον δέ τε λυγμοὶ
- κίονά τε ξυνιόντες ἐπασσύτεροι κλονέουσιν.
- Ἀμφὶ καὶ εἰλίγγοις δέμας ἄχθεται· αἶψα δὲ γυίοις
- ἀδρανίη βαρύθουσα καὶ ἰξύι μέρμερος ἵζει·
- ἐν δὲ κάρῃ σκοτόεν βάρος ἵσταται· αὐτὰρ ὃ κάμνων
- ἄλλοτε μὲν δίψῃ φάρυγα ξηραίνεται αὔῃ
- πολλάκι δ’ ἐξ ὀνύχων ἴσχει κρύος, ἀμφὶ δὲ γυίοις
- χειμερίη ζαλόωσα πέριξ βέβριθε χάλαζα.
- Πολλάκι δὴ χολόεντας ἀπήρυγε νηδύος ὄγκους
- ὠχραίνων δέμας ἀμφίς· ὁ δὲ νοτέων περὶ γυίοις
- ψυχρότερος νιφετοῖο βολῆς περιχεύεται ἱδρώς.
- Χροιὴν δ’ ἄλλοτε μὲν μολίβου ζοφοειδέος ἴσχει,
- ἄλλοτε δ’ ἠερόεσσα, τότ’ ἄνθεσιν εἴσατο χαλκοῦ.
- Εὖ δ’ ἂν καὶ δολόεντα μάθοις ἐπιόντα κεράστην
- ἠύτ’ ἔχιν· τῷ γάρ τε δομὴν ἰνδάλλεται ἴσην.
- Ἤτοι ὁ μὲν κόλος ἐστίν, ὁ δ’ αὖ κεράεσσι πεποιθὼς,