Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἀλλὰ σύ γε σταθμοῖο καὶ αὐλίου ἑρπετὰ φύγδην
  2. ῥηιδίως ἐκ πάντα διώξεαι, ἢ ἀπ’ ἐρίπνης,
  3. ἠὲ καὶ αὐτοπόνοιο χαμευνάδος, ἦμος ἀν’ ἀγροὺς
  4. φεύγων αὐαλέου θέρεος πυρόεσσαν ἀϋτμὴν
  5. αἴθριος ἐν καλάμῃ στορέσας ἀκρέσπερος εὕδῃς,
  6. ἢ καὶ ἀν’ ὑδρήεντα παρὲκ λόφον, ἢ ἐνὶ βήσσης
  7. ἐσχατιῇ, ὅθι πλεῖστα κινώπετα βόσκεται ὕλην,
  8. [δρυμοὺς καὶ λασιῶνας ἀμορβαίους τε χαράδρας]
  9. καί τε παρὲξ λιστρωτὸν ἅλω δρόμον, ἠδ’ ἵνα ποίη
  10. πρῶτα κυϊσκομένη σκιάει χλοάοντας ἰάμνους,
  11. τῆμος ὅτ’ ἀζαλέων φολίδων ἀπεδύσατο γῆρας
  12. μῶλυς ἐπιστείβων, ὅτε φωλεὸν εἴαρι φεύγων
  13. ὄμμασιν ἀμβλώσσει, μαράθου δέ ἑ νήχυτος ὅρπηξ
  14. βοσκηθεὶς ὠκύν τε καὶ αὐγήεντα τίθησι.
  15. Θιβρὴν δ’ ἐξελάσεις ὀφίων ἐπιλωβέα κῆρα,
  16. καπνείων ἐλάφοιο πολυγλώχινα κεραίην,
  17. ἄλλοτε δ’ ἀζαλέην δαίων ἐγγαγίδα πέτρην,
  18. ἣν οὐδὲ κρατεροῖο πυρὸς περικαίνυται ὁρμή·
  19. ἐν δὲ πολυσχιδέος βλήτρου πυρὶ βάλλεο χαίτην·
  20. ἢ σύ γε καχρυόεσσαν ἑλὼν πυριθαλπέα ῥίζαν