Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ῥεῖά κέ τοι μορφάς τε σίνη τ’ ὀλοφώια θηρῶν
  2. ἀπροϊδῆ τύψαντα λύσιν θ’ ἑτεραλκέα κήδευς,
  3. φίλ’ Ἑρμησιάναξ, πολέων κυδίστατε παῶν,
  4. ἔμπεδα φωνήσαιμι· σὲ δ’ ἂν πολύεργος ἀροτρεὺς
  5. βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύπος, εὖτε καθ’ ὕλην
  6. ἢ καὶ ἀροτρεύοντι βάλῃ ἔπι λοιγὸν ὀδόντα,
  7. τοῖα περιφρασθέντος ἀλεξητήρια νούσων.
  8. Ἀλλ’ ἤτοι κακοεργὰ φαλάγγια, σὺν καὶ ἀνιγροὺς
  9. ἑρπηστὰς ἔχιάς τε καὶ ἄχθεα μυρία γαίης
  10. Τιτήνων ἐνέπουσιν ἀφ’ αἵματος, εἰ ἐτεόν περ
  11. Ἀσκραῖος μυχάτοιο Μελισσήεντος ἐπ’ ὄχθαις
  12. Ἡσίοδος κατέλεξε παρ’ ὕδασι Περμησσοῖο.
  13. Τὸν δὲ χαλαζήεντα κόρη Τιτηνὶς ἀνῆκε
  14. σκορπίον, ἐκ κέντροιο τεθηγμένον, ἦμος ἐπέχρα
  15. Βοιωτῷ τεύχουσα κακὸν μόρον Ὠαρίωνι,
  16. ἀχράντων ὅτε χερσὶ θεῆς ἐδράξατο πέπλων·
  17. αὐτὰρ ὅγε στιβαροῖο κατὰ σφυρὸν ἥλασεν ἴχνευς,
  18. σκορπίος ἀπροϊδὴς ὀλίγῳ ὑπὸ λᾶι λοχήσας·
  19. τοῦ δὲ τέρας περίσημον ὑπ’ ἀστέρας ἀπλανὲς αὔτως
  20. οἷα κυνηλατέοντος ἀείδελον ἐστήρικται.