Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. τρόχμαλά θ’ αἱμασιάς τε καὶ ἰλυοὺς ἐρέθοντες,
  2. σμερδαλέῃ μυκτῆρος ἐπισπέρχοντες ἀυτμῇ.
  3. Ναὶ μὴν καὶ νιφόεσσα φέρει δυσπαίπαλος Ὄθρυς
  4. φοινὰ δάκη, κοίλη τε φάραγξ καὶ τρηχέες ἀγμοὶ,
  5. καὶ λέπας ὑλῆεν· τόθι δίψιος ἐμβατέει σήψ.
  6. Χροιὴν δ’ ἀλλόφατόν τε καὶ οὐ μίαν οἰαδὸν ἴσχει,
  7. αἰὲν ἐειδόμενος χώρῳ, ἵνα χηραμὰ τεύξῃ.
  8. Τῶν οἱ μὲν λιθάδας τε καὶ ἕρμακας ἐνναίοντες
  9. παυρότεροι, τρηχεῖς δὲ καὶ ἔκπυροι· οὔ κεν ἐκείνων
  10. ἀνδράσι δάχμα πέλει μεταμώνιον, ἀλλὰ κάκηθες·
  11. ἄλλος δ’ αὖ κόχλοισι δομὴν ἰνδάλλεται αἴης·
  12. ἄλλῳ δ’ ἐγχλοάουσα λοπὶς περιμήκεα κύκλον
  13. ποικίλον αἰόλλει· πολέες δ’ ἀμάθοισι μιγέντες
  14. σπείρῃ λεπραίνονται ἀλινδόμενοι ψαμάθοισι.
  15. Φράζεο δ’ αὐαλέαις μὲν ἐπιφρικτὴν φολίδεσσιν
  16. ἀσπίδα φοινήεσσαν, ἀμυδρότατον δάκος ἄλλων.
  17. [τῇ μὲν γάρ τε κέλευθος ὁμῶς κατ’ ἐναντίον ἕρπει]
  18. [ἀτραπὸν ὁλκαίην δολιχῷ μηρύγματι γαστρός.]
  19. Ἣ καὶ σμερδαλέον μὲν ἔχει δέμας, ἐν δὲ κελεύθῳ