Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἢ ὅτε σὺν τέκνοισι θερειομένοισιν ἀβοσκὴς
  2. φωλειοῦ λοχάδην ὑπὸ γωλεὰ διψὰς ἰαύῃ·
  3. ἢ ὅτε λίπτῃσιν μεθ’ ἑὸν νομὸν, ἢ ἐπὶ κοῖτον
  4. ἐκ νομοῦ ὑπνώουσα κίῃ κεκορημένη ὕλης.
  5. Μὴ σύ γ’ ἐνὶ τριόδοισι τύχοις, ὅτε δάχμα πεφυζὼς
  6. περκνὸς ἔχις θυίῃσι τυπῇ ψολόεντος ἐχίδνης·
  7. ἡνίκα θορνυμένου ἔχιος θαλερῷ κυνόδοντι
  8. θουρὰς ἀμὺξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου,
  9. οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶ
  10. γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴν
  11. γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο·
  12. οἴη γὰρ βαρύθει ὑπὸ κύματος, οἱ δὲ καθ’ ὕλην
  13. ὠοτόκοι ὄφιες λεπυρὴν θάλπουσι γενέθλην·
  14. μήδ’ ὅτε ῥικνῆεν φολίδων περὶ γῆρας ἀμέρσας
  15. ἂψ ἀναφοιτήσῃ νεαρῇ κεχαρημένος ἥβῃ·
  16. ἢ ὁπότε σκαρθμοὺς ἐλάφων ὀχεῇσιν ἀλύξας
  17. ἀνδρὸς ἐνισκίμψῃ χολόων γυιοφθόρον ἰόν·
  18. ἔξοχα γὰρ δολιχοῖσι κινωπησταῖς κοτέουσι
  19. νεβροτόκοι καὶ ζόρκες· ἀνιχνεύουσι δὲ πάντη