Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
  2. ἔνθʼ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν
  3. κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,
  4. οὐδʼ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο.
  5. Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,
  6. μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
  7. αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
  8. ἤλασʼ ἐπικρατέως· ἀπὸ δʼ ἄμφω κέρσε τένοντε
  9. ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.
  10. ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη
  11. ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·
  12. ὣς ἔριπʼ· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
  13. τὸν μὲν ἔπειτʼ εἴασε Διὸς ταλακάρδιος υἱός,