Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται,
- οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος·
- τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
- ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,
- δεινὴ δέ σφʼ ἰαχὴ ἄραβός θʼ ἅμα γίγνετʼ ὀδόντων·
- οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,
- πέτρῃ ἔφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
- αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο
- πίονος, ἥν τʼ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ
- ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δʼ ἀπαλήσεται ἄλλῃ
- χώρου ἄιδρις ἐών· οἳ δʼ ὀτραλέως ἐνόησαν,
- ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·