Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
  2. ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,
  3. καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν
  4. ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
  5. τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι
  6. τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται,
  7. οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος·
  8. τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  9. ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
  10. ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,