Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
  2. σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
  3. οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
  4. κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
  5. ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα
  6. δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
  7. λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,
  8. ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·
  9. τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου.
  10. ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ