Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
  2. ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος
  3. σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
  4. ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
  5. ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
  6. αἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα.
  7. τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,
  8. Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
  9. τῶν ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισιν
  10. ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.