Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
  2. Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
  3. ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς
  4. πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,
  5. εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
  6. κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος
  7. δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
  8. ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
  9. καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·
    1. χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
    2. νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
    3. Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
    4. ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
    5. εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
    6. τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
    7. αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
    8. ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
    9. ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·
    10. ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
    11. οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
  10. ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,