Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
- ἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
- αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,
- βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν·
- οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
- οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,
- οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
- λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
- βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
- οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος