Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
- τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
- ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
- αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
- ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ,
- τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ
- τοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστος
- πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
- ἀγλαΐαι τʼ εἶχον. τοὶ δʼ αὖ προπάροιθε πόληος
- νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρες