Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα
  2. ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
  3. τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
  4. Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
  5. Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
  6. ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
  7. κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε
  8. ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
  9. ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
  10. ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,
  11. ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
  12. ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις
  13. Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
  14. ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
  15. αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης
  16. εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·
  17. αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
  18. ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.
  19. οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας
  20. ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·