Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
- ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα
- Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
- ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
- εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε
- τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
- τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων
- τοῖον ἄηθʼ οἶόν τε πολυχρύσου Ἀφροδίτης.
- ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
- ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·
- ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
- χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν
- ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
- ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
- νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν
- πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
- πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων
- ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
- ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
- τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·