Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- χρυσείῃ φόρμιγγι· θεῶν δʼ ἕδος ἁγνὸς Ὄλυμπος·
- ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτο
- ἀθανάτων ἐν ἀγῶνι· θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς
- Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
- ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης
- κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
- κλυζομένῳ ἴκελος· πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ
- δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες
- νηχομένοις ἴκελοι· δοιὼ δʼ ἀναφυσιόωντες
- ἀργύρεοι δελφῖνες ἐθοινῶντʼ ἔλλοπας ἰχθῦς.
- τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖς
- ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν
- ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.