Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
  2. ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
  3. χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
  4. αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
  5. αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων
  6. δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε
  7. ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
  8. ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
  9. τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
  10. ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν
  11. αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν.
  12. ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ
  13. ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς