Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
- Ἀμφιτρυωνιάδης, τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα.
- στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·
- κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.
- ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντων
- ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε.
- τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε
- οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
- ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
- δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν
- αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες
- κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.
- τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,