Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω
  2. κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
  3. Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.
  4. ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
  5. ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει,
  6. ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρ
  7. ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
  8. ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
  9. εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
  10. δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.
  11. ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
  12. δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,
  13. οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·