Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
- ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
- εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
- δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.
- ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
- δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,
- οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·
- τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
- Ἀμφιτρυωνιάδης, τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα.
- στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·