Shield of Heracles
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
- δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
- σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
- οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
- τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω
- κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
- Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.
- ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
- ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει,
- ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρ