Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα
  2. νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.
  3. τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
  4. εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,
  5. πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν·
  6. ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι
  7. ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.
  8. παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην
  9. ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι
  10. βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,
  11. νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον