Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες
  2. δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.
  3. αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,
  4. εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην
  5. δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς
  6. ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον
  7. δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν
  8. ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.
  9. αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.
  10. Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
  11. νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
  12. νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.
  13. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
  14. ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα
  15. ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.
  16. μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
  17. ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
  18. ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο
  19. αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.
  20. ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται·