Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·
  2. νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ
  3. αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι
  4. σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
  5. οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.
  6. εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω
  7. εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
  8. ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.
  9. χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων
  10. ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.
  11. οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·
  12. ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες
  13. νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν
  14. γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
  15. τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·
  16. θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα
  17. τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα
  18. αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ
  19. ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
  20. ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.