Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ
  2. λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
  3. Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν
  4. πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην
  5. ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.
  6. αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,
  7. εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.
  8. Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·
  9. τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·
  10. ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς
  11. ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·