Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.
  2. μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
  3. ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ
  4. ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας
  5. μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
  6. μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
  7. μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·
  8. μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.
  9. ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.
  10. φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι
  11. ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.