Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν·
  2. ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,
  3. ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.
  4. μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
  5. ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.
  6. μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα
  7. σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.
  8. μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ
  9. ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,
  10. χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
  11. ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος,