Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
  2. φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.
  3. εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.
  4. μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι
  5. ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.
  6. μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον
  7. χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν·
  8. οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.
  9. μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·
  10. αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·
  11. μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς