Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
- δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα
- φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.
- μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·
- ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.
- δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.
- δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
- ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.
- μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.
- ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,
- μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων