Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,
  2. ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
  3. πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.
  4. ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·
  5. ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη
  6. ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ
  7. ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·
  8. εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε
  9. αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·
  10. ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ
  11. ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·