Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
- ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
- Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ
- ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι
- ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.
- τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,
- ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
- τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·
- ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·
- Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
- ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,