Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
- νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.
- μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος
- ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
- εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
- βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
- δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
- οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
- οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον,
- εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶ
- μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν