Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,
  2. δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·
  3. καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
  4. γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.
  5. νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι
  6. πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
  7. χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
  8. ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ
  9. εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·
  10. πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
  11. αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ·