Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
- οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς,
- ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·
- δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,
- πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι
- δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ
- Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος
- δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι
- ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.
- εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,
- εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος