Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο,
- ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
- αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
- ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
- ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,
- ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·