Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ
- ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας
- δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.
- νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς
- οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.
- κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·