Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς
- πλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
- δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,
- εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν
- εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
- αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
- αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν.
- αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.
- χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.
- εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,
- ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ