Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ
- αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·
- λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.
- τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς
- ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
- οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ
- ἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν,
- ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
- ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε·
- καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.
- ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος.