Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·
  2. ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη
  3. γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι
  4. γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·
  5. ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας
  6. ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
  7. τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·
  8. ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
  9. σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.
  10. τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
  11. ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·