Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας
  2. καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει,
  3. οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
  4. νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος
  5. εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον
  6. ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·
  7. ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.
  8. ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,
  9. καὶ νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν.
  10. τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων
  11. ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς