Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν·
- τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·
- θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν
- νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
- οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,
- τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
- πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
- ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
- τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων
- λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.
- οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι